Hosea 8

1Εἰς κόλπον αὐτῶν ὡς γῆ, ὡς ἀετὸς ἐπ' οἶκον κυρίου, ἀνθ' ὧν παρέβησαν τὴν διαθήκην μου καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν. 2ἐμὲ κεκράξονται θεός, ἐγνώκαμέν σε. 3ὅτι Ισραηλ ἀπεστρέψατο ἀγαθά, ἐχθρὸν κατεδίωξαν. 4ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δι' ἐμοῦ, ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι· τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα, ὅπως ἐξολεθρευθῶσιν. 5ἀπότριψαι τὸν μόσχον σου, Σαμάρεια· παρωξύνθη θυμός μου ἐπ' αὐτούς· ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναι 6ἐν τῷ Ισραηλ; καὶ αὐτὸ τέκτων ἐποίησεν, καὶ οὐ θεός ἐστιν· διότι πλανῶν ἦν μόσχος σου, Σαμάρεια. 7ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά· δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον· ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταφάγονται αὐτό. 8κατεπόθη Ισραηλ, νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον. 9ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους· ἀνέθαλεν καθ' ἑαυτὸν Εφραιμ, δῶρα ἠγάπησαν· 10διὰ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσιν. νῦν εἰσδέξομαι αὐτούς, καὶ κοπάσουσιν μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας. 11ὅτι ἐπλήθυνεν Εφραιμ θυσιαστήρια, εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ θυσιαστήρια ἠγαπημένα. 12καταγράψω αὐτῷ πλῆθος καὶ τὰ νόμιμα αὐτοῦ, εἰς ἀλλότρια ἐλογίσθησαν θυσιαστήρια τὰ ἠγαπημένα. 13διότι ἐὰν θύσωσιν θυσίαν καὶ φάγωσιν κρέα, κύριος οὐ προσδέξεται αὐτά· νῦν μνησθήσεται τὰς ἀδικίας αὐτῶν καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν· αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται. 14καὶ ἐπελάθετο Ισραηλ τοῦ ποιήσαντος αὐτὸν καὶ ᾠκοδόμησαν τεμένη, καὶ Ιουδας ἐπλήθυνεν πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταφάγεται τὰ θεμέλια αὐτῶν.
Copyright information for LXX